Ορφικός ύμνος Απόλλωνος

Ἀπόλλωνος, θυμίαμα μάνναν

Ἐλθέ, μάκαρ Παιάν, Τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ, Μεμφῖτ’, ἀγλαότιμος, ἰήιε, ὀλβιοδῶτα, χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν. Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι, ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε· Μουσαγέτη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε, Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργος, Λοξία, ἁγνέ· Δήλι’ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα, χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων· κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ. τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα, γαῖαν τ’ ὀλβιόμοιρον ὕπερθέν καὶ δι’ ἀμολγοῦ νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροόμματου ὄρφνης ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα, παντοθαλής· σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων, ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον εἰς διάκοσμον πάντα πόλον κιρνὰς κρίνεις βιοθρέμμονα φῦλα, ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν· μίξας χειμῶνος θέρεός τ’ ἴσον ἀμφοτέροισιν, ταῖς ὑπάταις χειμῶνα, θέρος νεάταις διακρίνας, Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος. ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσιν ἄνακτα Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα· οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν. κλῦθι μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ.

Η αρχαιοελληνική Βίβλος των νεκρών

Η ΑΡΧΑΙΟΕΛΛΗΝΙΚΗ ΒΙΒΛΟΣ ΤΩΝ ΝΕΚΡΩΝ

Συγγραφέας: ΔΡΑΓΩΝΑ ΕΛΕΝΗ-ΚΩΝΣΤΑΣ ΧΡΗΣΤΟΣ Εκδότης: ΑΡΧΕΤΥΠΟ
Περίληψη – Το πρώτο και μοναδικό βιβλίο στη νεοελληνική γραμματεία που επιχειρεί να συγκεντρώσει όλα τα στοιχεία, τους μύθους και τις πεποιθήσεις της Αρχαίας Ελλάδας για το μεγάλο θέμα του θανάτου. ……

Ένα μοναδικό βιβλίο για την αρχαία Ελληνική Θεουργία στην ατραπό της Θεάς Εκάτης για την φροντίδα και αγάπη για την ψυχή στην μεταθάνατω ζωή στον Ουράνιο Άδη όπου κατοικούν όλες οι φωτεινές και αθάνατες ψυχές.

Ορφικός Ύμνος στη Θεά Εκάτη

ΕΚΑΤΗ2

Εἰνοδίαν Ἑκάτην κλήιζω, τριοδῖτιν, ἐραννήν,
οὐρανίαν χѳονίαν τε καὶ εἰναλίαν, κροκόπεπλον,
τυμβιδίαν, ѱυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι,
νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,
ѳηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,
ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι
βουκόλωι εὐμενέουσαν ἀεὶ κεχαρηότι ѳυμῶι.